Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.137 Joseph. AJ 1.142 (English) >>Joseph. AJ 1.147

1.140

Νῶχος μετὰ τὴν ἐπομβρίαν τῆς γῆς κατασταθείσης εἰς τὴν αὐτῆς φύσιν ἐπʼ ἔργα χωρεῖ καὶ καταφυτεύσας αὐτὴν ἀμπέλοις, ἡνίκα τοῦ καρποῦ τελεσφορηθέντος καθʼ ὥραν ἐτρύγησε καὶ παρῆν εἰς χρῆσιν οἶνος, θύσας ἐν εὐωχίαις ἦν. 1.141μεθυσθεὶς δὲ εἰς ὕπνον καταφέρεται καὶ γεγυμνωμένος παρακόσμως ἔκειτο. θεασάμενος δὲ αὐτὸν νεώτατος τῶν παίδων τοῖς ἀδελφοῖς ἐπιγελῶν δείκνυσιν· οἱ δὲ περιστέλλουσι τὸν πατέρα. 1.142καὶ Νῶχος αἰσθόμενος τοῖς μὲν ἄλλοις παισὶν εὐδαιμονίαν εὔχεται, τῷ δὲ Χαμᾷ διὰ τὴν συγγένειαν αὐτῷ μὲν οὐ κατηράσατο, τοῖς δʼ ἐγγόνοις αὐτοῦ· καὶ τῶν ἄλλων διαπεφευγότων τὴν ἀρὰν τοὺς Χαναναίου παῖδας μέτεισιν θεός. καὶ περὶ μὲν τούτων ἐν τοῖς ἑξῆς ἐροῦμεν. 1.143

Σημᾷ δὲ τῷ τρίτῳ τῶν Νώχου υἱῶν πέντε γίνονται παῖδες, οἳ τὴν μέχρι τοῦ κατʼ Ἰνδίαν ὠκεανοῦ κατοικοῦσιν Ἀσίαν ἀπʼ Εὐφράτου τὴν ἀρχὴν πεποιημένοι. Ἔλυμος μὲν γὰρ Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν· Ἀσσούρας δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπηκόους Ἀσσυρίους ἐπωνόμασεν, οἳ μάλιστα εὐδαιμόνησαν· 1.144Ἀρφαξάδης δὲ τοὺς νῦν Χαλδαίους καλουμένους Ἀρφαξαδαίους ὠνόμασεν ἄρξας αὐτῶν· Ἀραμαίους δὲ Ἄραμος ἔσχεν, οὓς Ἕλληνες Σύρους προσαγορεύουσιν· οὓς δὲ Λυδοὺς νῦν καλοῦσι, Λούδους δὲ τότε, Λούδας ἔκτισε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.137 Joseph. AJ 1.142 (English) >>Joseph. AJ 1.147

Powered by PhiloLogic